Add parallel Print Page Options

30 Τί οὖν ἐροῦμεν; ὅτι ἔθνη τὰ μὴ διώκοντα δικαιοσύνην κατέλαβεν δικαιοσύνην, δικαιοσύνην δὲ τὴν ἐκ πίστεως· 31 Ἰσραὴλ δὲ διώκων νόμον δικαιοσύνης εἰς [a]νόμον οὐκ ἔφθασεν. 32 διὰ τί; ὅτι οὐκ ἐκ πίστεως ἀλλ’ ὡς ἐξ [b]ἔργων· [c]προσέκοψαν τῷ λίθῳ τοῦ προσκόμματος, 33 καθὼς γέγραπται· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον προσκόμματος καὶ πέτραν σκανδάλου, [d]καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.

10 Ἀδελφοί, ἡ μὲν εὐδοκία τῆς ἐμῆς καρδίας καὶ ἡ [e]δέησις πρὸς τὸν θεὸν ὑπὲρ [f]αὐτῶν εἰς σωτηρίαν. μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον θεοῦ ἔχουσιν· ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν, ἀγνοοῦντες γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν [g]ἰδίαν ζητοῦντες στῆσαι, τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν· τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.

Μωϋσῆς γὰρ γράφει [h]ὅτι τὴν δικαιοσύνην τὴν ἐκ [i]τοῦ νόμου ὁ [j]ποιήσας ἄνθρωπος ζήσεται ἐν [k]αὐτῇ. ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεται εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστιν Χριστὸν καταγαγεῖν· ἤ· Τίς καταβήσεται εἰς τὴν ἄβυσσον; τοῦτ’ ἔστιν Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν. ἀλλὰ τί λέγει; Ἐγγύς σου τὸ ῥῆμά ἐστιν, ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστιν τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν. ὅτι ἐὰν [l]ὁμολογήσῃς ἐν τῷ στόματί [m]σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃς ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· 10 καρδίᾳ γὰρ πιστεύεται εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖται εἰς σωτηρίαν· 11 λέγει γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται. 12 οὐ γάρ ἐστιν διαστολὴ Ἰουδαίου τε καὶ Ἕλληνος, ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶν εἰς πάντας τοὺς ἐπικαλουμένους αὐτόν· 13 Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου σωθήσεται.

Footnotes

  1. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:31 νόμον WH Treg NIV ] + δικαιοσύνης RP
  2. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:32 ἔργων WH Treg NIV ] + νόμου RP
  3. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:32 προσέκοψαν WH Treg NIV ] + γὰρ RP
  4. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 9:33 καὶ WH Treg NIV ] + πᾶς RP
  5. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:1 δέησις WH Treg NIV ] + ἡ RP
  6. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:1 αὐτῶν WH Treg NIV ] τοῦ Ἰσραήλ ἐστιν RP
  7. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:3 ἰδίαν WH Treg ] + δικαιοσύνην NIV RP
  8. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 ὅτι τὴν … νόμου WH ] τὴν … νόμου ὅτι Treg NIV RP
  9. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 τοῦ NIV RP ] – WH Treg
  10. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 ποιήσας WH ] + αὐτὰ Treg NIV RP
  11. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:5 αὐτῇ WH Treg ] αὐτοῖς NIV RP
  12. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 ὁμολογήσῃς Treg NIV RP ] + τὸ ῥῆμα WH
  13. ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 10:9 σου Treg NIV RP ] + ὅτι WH